Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.18 | Dem. 9.21 (English) | >>Dem. 9.25 |
9.20καὶ διατηρῆσαι μή τι πάθωσι , καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθʼ ὅσων ἂν δέωνται ἀποστεῖλαι , βουλεύεσθαι μέντοι περὶ πάντων τῶν Ἑλλήνων ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων . βούλομαι δʼ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι , ἵνʼ , εἰ μὲν ὀρθῶς λογίζομαι , μετάσχητε τῶν λογισμῶν καὶ πρόνοιάν τινʼ ὑμῶν γʼ αὐτῶν , εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε , ποιήσησθε , ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ , μήτε νῦν μήτʼ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε .
ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατʼ ἀρχὰς Φίλιππος ηὔξηται , καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες , καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι ἢ νῦν , ὅθʼ οὕτω πολλὰ προείληφε , καὶ τὰ λοιπὰ ὑφʼ αὑτῷ ποιήσασθαι , καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν ἔχοιμι διεξελθεῖν , παραλείψω .
9.22ἀλλʼ ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους , ἀφʼ ὑμῶν ἀρξαμένους , αὐτῷ , ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί . τί οὖν ἐστι τοῦτο ; τὸ ποιεῖν ὅ τι βούλεται , καὶ καθʼ ἕνʼ οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων , καὶ καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα .
9.23καίτοι προστάται μὲν ὑμεῖς ἑβδομήκοντʼ ἔτη καὶ τρία τῶν Ἑλλήνων ἐγένεσθε , προστάται δὲ τριάκονθʼ ἑνὸς δέοντα Λακεδαιμόνιοι · ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺς τελευταίους χρόνους μετὰ τὴν ἐν Λεύκτροις μάχην . ἀλλʼ ὅμως οὔθʼ ὑμῖν οὔτε Θηβαίοις οὔτε Λακεδαιμονίοις οὐδεπώποτʼ , ὦ ἄνδρες Ἀθηναῖοι , συνεχωρήθη τοῦθʼ ὑπὸ τῶν Ἑλλήνων , ποιεῖν ὅ τι βούλοισθε , οὐδὲ πολλοῦ δεῖ ·
9.21
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 9.18 | Dem. 9.21 (English) | >>Dem. 9.25 |